Ἀναστάσιμον Ἀπολυτίκιον. Ἦχος α´.

Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου σῶμα ἀνέστης τριήμερος, Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν· διὰ τοῦτο αἱ δυνάμεις τῶν οὐρανῶν ἐβόων σοι, ζωοδότα· Δόξα τῇ ἀναστάσει σου, Χριστέ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε φιλάνθρωπε.

Ἀναστάσιμον Ἀπολυτίκιον. Ἦχος β'.

Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾅδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς θεότητος· ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον· Ζωοδότα Χριστέ, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ἀναστάσιμον Ἀπολυτίκιον. Ἦχος γ'.

Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ ὁ Κύριος· ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον· πρωτότοκος τῶν νεκρῶν ἐγένετο· ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Ἀναστάσιμον Ἀπολυτίκιον. Ἦχος δ'.

Τὸ φαιδρὸν τῆς ἀναστάσεως κήρυγμα ἐκ τοῦ ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου μαθήτριαι καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι τοῖς ἀποστόλοις καυχώμεναι ἔλεγον· Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Ἀναστάσιμον Ἀπολυτίκιον. Ἦχος πλ. α'.

Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν, πιστοί, καὶ προσκυνήσωμεν· ὅτι ηὐδόκησε σαρκὶ ἀνελθεῖν ἐν τῷ σταυρῷ καὶ θάνατον ὑπομεῖναι καὶ ἐγεῖραι τοὺς τεθνεῶτας ἐν τῇ ἐνδόξῳ ἀναστάσει αὐτοῦ.

Ἀναστάσιμον Ἀπολυτίκιον. Ἦχος πλ. β'.

Ἀγγελικαὶ δυνάμεις ἐπὶ τὸ μνῆμά σου καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν· καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν ᾅδην μὴ πειρασθεὶς ὑπ᾿ αὐτοῦ· ὑπήντησας τῇ Παρθένῳ δωρούμενος τὴν ζωήν. Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε, δόξα σοι.

Ἀναστάσιμον Ἀπολυτίκιον. Ἦχος βαρύς.

Κατέλυσας τῷ σταυρῷ σου τὸν θάνατον· ἠνέῳξας τῷ λῃστῇ τὸν παράδεισον· τῶν μυροφόρων τὸν θρῆνον μετέβαλες καὶ τοῖς σοῖς ἀποστόλοις κηρύττειν ἐπέταξας, ὅτι ἀνέστης, Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Ἀναστάσιμον Ἀπολυτίκιον. Ἦχος πλ. δ'.

Ἐξ ὕψους κατῆλθες, ὁ εὔσπλαγχνος, ταφὴν κατεδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν· ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡμῶν, Κύριε, δόξα σοι.

Ἀπολυτίκιον τῆς Περιτομῆς τοῦ Κυρίου (1 Ιανουαρίου). Ἦχος α'

Μορφὴν ἀναλλοιώτως ἀνθρωπίνην προσέλαβες Θεὸς ὢν κατ᾿ οὐσίαν, πολυεύσπλαγχνε Κύριε• καὶ νόμον ἐκπληρῶν περιτομὴν θελήσει καταδέχῃ σαρκικήν, ὅπως παύσῃς τὰ σκιώδη καὶ περιέλῃς τὸ κάλυμμα τῶν παθῶν ἡμῶν. Δόξα τῇ ἀγαθότητι τῇ σῇ, δόξᾳ τῇ εὐσπλαγχνίᾳ σου, δόξα τῇ ἀνεκφράστῳ, Λόγε, συγκαταβάσει σου.

Ἀπολυτίκιον τῶν ἁγίων Θεοφανείων τοῦ Κυρίου (6 Ιανουαρίου). Ἦχος α΄

Ἐν Ἰορδάνῃ βαπτιζομένου σου, Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις• τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα• καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανείς, Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας, δόξα σοι.