Άπολυτίκιον τοῦ Λαζάρου. Ἦχος α΄

Τὴν κοινὴν ἀνάστασιν πρὸ τοῦ σοῦ πάθους πιστούμενος ἐκ νεκρῶν ἤγειρας τὸν Λάζαρον, Χριστὲ ὁ Θεός• ὅθεν καὶ ἡμεῖς ὡς οἱ παῖδες τὰ τῆς νίκης σύμβολα φέροντες σοὶ τῷ νικητῇ τοῦ θανάτου βοῶμεν• Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἀπολυτίκιον τῆς Κυριακῆς τῶν Βαΐων. Ἦχος δ'

Συνταφέντες σοι διὰ τοῦ βαπτίσματος, Χριστὲ ὁ Θεὸς ἡμῶν, τῆς ἀθανάτου ζωῆς ἠξιώθημεν τῇ ἀναστάσει σου, καὶ ἀνυμνοῦντες κράζομεν• Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Τροπάριον τοῦ Πάσχα. Ἦχος πλ. α

Χριστὸς ἀνέστη ἐκ νεκρῶν θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος!

Ἀπολυτίκιον τῆς Μεσοπεντηκοστῆς. Ἦχος πλ. δ'

Μεσούσης τῆς ἑορτῆς διψῶσάν μου τὴν ψυχὴν εὐσεβείας πότισον νάματα, ὅτι πᾶσι, Σωτήρ, ἐβόησας• Ὁ διψῶν ἐρχέσθω πρός με καὶ πινέτω. Ἡ πηγὴ τῆς ζωῆς, Χριστὲ ὁ Θεός, δόξα σοι.

Ἀπολυτίκιον τῆς Ἀναλήψεως. Ἦχος δ'

Ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς μαθητὰς τῇ ἐπαγγελίᾳ τοῦ Ἁγίου Πνεύματος• βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, ὁ λυτρωτὴς τοῦ κόσμου.

Ἀπολυτίκιον τῆς Πεντηκοστῆς. Ἦχος πλ. δ'

Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δι᾿ αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.

Ἀπολυτίκιον τῆς Μεταμορφώσεως τοῦ Κυρίου (6 Αυγούστου ). Ἦχος βαρύς

Μετεμορφώθης ἐν τῷ ὄρει, Χριστὲ ὁ Θεός, δείξας τοῖς μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδύναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς τὸ φῶς σου τὸ ἀΐδιον πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα, δόξα σοι.

Ἀπολυτίκιον τῆς Υψώσεως τοῦ Τιμίου Σταυροῦ (14 Σεπτεμβρίου). Ἦχος α'

Σῶσον, Κύριε, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ σταυροῦ σου πολίτευμα.

Ἀπολυτίκιον τῆς Γεννήσεως τοῦ Κυρίου (25 Δεκεμβρίου). Ἦχος δ´

Ἡ γέννησίς σου, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ τὸ φῶς τὸ τῆς γνώσεως• ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες ὑπὸ ἀστέρος ἐδιδάσκοντο σὲ προσκυνεῖν, τὸν ἥλιον τῆς δικαιοσύνης, καί σε γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε, δόξα σοι.

Ἀπολυτίκιον τῆς Ὑπαπαντῆς τοῦ Κυρίου (2 Φεβρουαρίου). Ἦχος α'

Χαῖρε, κεχαριτωμένη Θεοτόκε Παρθένε• ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σύ, πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν ἀνάστασιν.