Ἀπολυτίκιον τοῦ Εὐαγγελισμοῦ τῆς Θεοτόκου (25 Μαρτίου). Ἦχος δ'

Σήμερον τῆς σωτηρίας ἡμῶν τὸ κεφάλαιον καὶ τοῦ ἀπ᾿ αἰῶνος μυστηρίου ἡ φανέρωσις· ὁ υἱὸς τοῦ Θεοῦ υἱὸς τῆς Παρθένου γίνεται, καὶ Γαβριὴλ τὴν χάριν εὐαγγελίζεται. Διὸ (καὶ ἡμεῖς) σὺν αὐτῷ τῇ Θεοτόκῳ βοήσωμεν• Χαῖρε, Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.

Ἀπολυτίκιον τῆς Κοιμήσεως τῆς Θεοτόκου (15. Αυγούστου). Ἦχος α'

Ἐν τῇ γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ κοιμήσει τὸν κόσμον οὐ κατέλιπες, Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπολυτίκιον τοῦ Γενεθλίου τῆς Θεοτόκου (8 Σεπτεμβρίου). Ἦχος δ'

Ἡ γέννησίς σου, Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ• ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν· καὶ λύσας τὴν κατάραν ἔδωκε τὴν εὐλογίαν, καὶ καταργήσας τὸν θάνατον ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον.

Ἀπολυτίκιον τῶν Εἰσοδίων τῆς Θεοτόκου (21 Νοεμβρίου). Ἦχος δ'.

Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις· ἐν ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται· αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν• Χαῖρε τῆς οἰκονομίας τοῦ κτίστου ἡ ἐκπλήρωσις.